Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 263
Not analysed yet
Τάξει τοίνουν πρῶτον σκοπῶμεν τὸ ὑφ’ οὗ, τουτέστι τὸν ἄνθρωπον· οἶμαι γὰρ ὧς τούτου προαπορηθέντος οὐδὲν ἔτι δεήσει περιττότερον περὶ τῶν ἄλλων κριτηρίων λέγειν· ταῦτα γὰρ ἢ μέρη ἐστὶν ἀνθρώπου ἢ ἐνεργήματα ἢ πάθη. εἴπερ οὖν καταληπτόν ἐστι τουτὶ τὸ κριτήριον, πολὺ πρότερον ὀφείλει ἐπινοεῖσθαι, παρόσον πάσης καταλήψεως ἐπίνοια προηγεῖται. μέχρι δὲ τοῦ δεῦρο ἀνεπινόητον εἶναι συμβέβηκε τὸν ἄνθρωπον, ὧς παραστήσομεν·