Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 27
Not analysed yet
ἀλλʼ οὔτε αἰσθητὸν εἶναι δύναται διὰ τὸ πᾶσιν ἐπʼ ἴσης ὀφείλειν φαίνεσθαι καὶ πρόδηλον ὑπάρχειν, οὔτε νοητὸν διὰ τὸ ἀδηλεῖσθαι καὶ οὐτὸ τοῦτο ἀνεπικρίτως διαφωνεῖσθσι παρὰ πᾶσι τοῖς φιλοσόφοις, τῶν μέν ἄτομον τοῦτο λεγόντων ὑπ- άρχειν τῶν δὲ τμητόν, καὶ τῶν τμητὸν φαμένων εἶνσι ἐνίων μέν εἰς ἄπειρον τέμμινεσθαι τοῦτο ἀξιούντων, ἐνίων δὲ εἰς ἐλάχιστον καὶ ἀμερὲς καταλήγειν. οὐκ ἄρα δι- δακτόν ἐστι τὸ σῶμα. Καὶ μὴν οὐδὲ τὸ ἀσώματον.