Ancient Greek
273 to 274
Sextus Empiricus, Adversus mathematicos 273-2-274
Not analysed yet
τὸ δὲ ‘‘λογίζεσθαι καὶ ἐπιστήμην ἔχειν” συμβέβηκε μέν, οὐ διὰ παντὸς δέ· καὶ γὰρ μὴ λογιζόμενοί τινες ἄνθρωποί εἰσιν, ὥσπερ οἱ νηδύμῳ κατασχεθέντες ὕπνῳ, καὶ ἐπιστήμην μὴ ἔχοντες, <οἳ> οὐκ ἐκπεπτώκασι τῆς ἀνθρωπότητος, ὥσπερ οἱ μεμηνότες. ἕτερον οὖν ζητούντων ἡμῶν ἕτερον παρεστάκασιν. ἔτι τὸ μὲν “ζῷον” οὐκ ἔστιν ἄνθρωπος, θρωπος, ἐπεὶ πᾶν ζῷον ἔσται ἄνθρωπος. τὸ δὲ “λογικὸν” εἰ μὲν ἀντὶ τοῦ λογίζεσθαι τάττοιτο, καὶ οἱ θεοὶ λογιζόμενοι ἄνθρωποι γενήσονται, τάχα δὲ καί τινα τῶν ἄλλων ζῴων· εἰ δὲ ἀντὶ τοῦ σημαντικὰς προφέρεσθαι φωνάς, <καὶ> τοὺς καὶ ψιττακούς καὶ τὰ τοιαῦτα ἀνθρώπους εἶναι λέξομεν, ὅπερ ἄτοπον.