Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 273-4
Not analysed yet
οὐ δύναται ἄρα τὸ ὄν, ὅτε ὄν ἐστι, πάσχειν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ λευκοῦ καὶ ἐπὶ μέλανος χρώματος. ἔστω γὰρ τὸ ὄν, ᾗ ὄν ἐστι, λευκὸν εἶναι καὶ πάσχειν αὐτὸ μέ- λαν γινόμενον. οὐκοῦν εἰ τὸ ὄν, ὅ ἐστι καὶ λευκόν, τότε ἀξιοῦται πάσχειν ὅτε λευκόν ἐστι, μέλαν ἔσται συμβεβηκότα ἔχον τὰ ἐναντία· ὅπερ ἄτοπον. οὐ τοίνυν τὸ ὄν, ἐφ᾿ ὅσον ὄν ἐστι, πάσχειν πέφυκεν.