Ancient Greek
276 to 277
Sextus Empiricus, Adversus mathematicos 276-3-277
Not analysed yet
ὡσαύτως δὲ οὐδὲ τὸ μὴ ὄν, ὅτε μὴ ὄν τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ πάσχειν συμβέβηκεν· τοίνυν οὐδὲ τὸ μὴ ὂν πάσχει τι. εἰ δὲ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν πάσχει τι καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν, οὐδὲν ἔστι τὸ πάσχον. Καὶ μὴν εἰ ἔστι τι τὸ πάσχον, ἤτοι κατὰ πρόσθεσιν πάσχει ἢ κατὰ ἀφαίρεσιν ἢ κατὰ ἑτεροίωσιν καὶ μεταβολήν· οὔτε δὲ πρόσθεσίς τις ἔστιν οὔτε ἀφαίρεσις οὔτε μεταβολὴ καὶ ἑτεροίωσις, ὡς ὑποδείξομεν· οὐκ ἄρα πάσχει τι.