Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 277
Not analysed yet
τἀνθρώπου τὸ καὶ σημεῖον ὑπάρχειν. συνωμολόγηταί τε ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἷναι. δηλωτικὴ γάρ ἐστι τοῦ συμπεράσματος, καὶ ἔσται ἡ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ συμπέρασμα. οἶον ἐπὶ τῆς τοιαύτης “εἰ ἔστι κίνησις, ἔστι κενόν· ἔστι δὲ κίνησις· ἔστιν ἄρα κενόν” τὸ τοιοῦτον συνημμένον “εἰ ἔστι κίνησις, ἔστι κενόν”, διὰ τῶν λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ ‘‘ἐστι κενόν”.