Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 278
Not analysed yet
πρῶτον μέν γάρ, ἵνα συνδρά- μωμεν αὐτοῖς μηδέν ποιητικῆς κατειπόντες, ἀλλʼ οὖν γε ἐκεῖνο πρόδηλόν ἐστιν ὅτι ὁπόσα μέν βιωφελῆ καὶ ἀναγ- καῖα εὑρίσκεται παρὰ ποιηταῖς, οἷά ἐστι τὰ γνωμικὰ καὶ |παραινετικά, ταῦτα σαφῶς αὐτοῖς πέφρασται καὶ οὐ δεῖ- ται γραμματικῆς, 〈ὁπόσα δέ μὴ σαφῶς πέφρασται καὶ δεῖται γραμματικῆς〉 καθάπερ τὰ ἐν ξέναις ἱστορίαις κεί- μενα αἰνιγματωδῶς ἐκφερόμενα, ταῦτ’ ἐστιν ἄχρηστα, ὥστε καὶ τῇ ἀπ ἐκείνων ὠφελείᾳ μὴ συνεισέρχεσθαι αὐ- τῶν τὸ χρειῶδες τῆς γραμματικῆς καὶ τῇ τούτων ματαμιό- τητι συμπεριφέρεσθαι.