Ancient Greek
28 to 29
Sextus Empiricus, Adversus mathematicos 28-7-29
Not analysed yet
λείπεται οὑν λέγειν, ὅτι τὰ ἔσχατα τοῦ σώματος μάτος πέρατά ἐστι τόπος· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων, ἐπείπερ τὰ μὲν ἔσχατα τοῦ σώματος συνεχῆ ἐστι τῷ σώματι καὶ μέρη αὐτοῦ καὶ ἀχώριστα, ὁ δὲ τόπος οὔτε συνεχής ἐστι τῷ σώματι οὔτε μέρος αὐτοῦ οὔτε ἀχώριστος τοῦ σώματος. οὐκ ἄρα οὐδὲ τὰ ἔσχατα τῶν σωμάτων ἐστὶν ὁ τόπος. εἰ δὲ μήτε ὕλη ὁ τόπος ἐστὶ μήτε τὸ εἶδος μήτε τὸ μεταξὺ διάστημα τῶν περάτων μήτ’ αὖ τὰ ἔσχατα τοῦ σώματος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἄλλο ἐπινοεῖν, ῥητέον μηδὲν ὑπάρχειν τόπον.