Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 282-3
Not analysed yet
ἀποδεικνὺς δὲ ὧς ἀληθὲς τὸ ὑπ’ αὐτοῦ λεγόμενον, διὰ τοῦ δείκνυ ’ντὸς λόγου τὸ μὴ εἶναί τι σημεῖον, σημειώσεται τὸ μηδὲν εἶναι σημεῖον, τοῦτο δὲ ποιῶν ὁμολογήσει τὸ εἶναί τι σημεῖον. ἀληθῆ οὖν τὰ πρῶτα δύο λήμματα, φασίν. ἀληθὲς δὲ καὶ τὸ τρίτον· διεζευγμένον γάρ ἐστιν ἐξ ἀντικειμένων (τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι) <. . . . >ἐπεὶ εἰ σύμπαν τότε ἐστὶν ἀληθές, ὅταν τὸ ὲν ἔχῃ ἀληθές, θεωρεῖται δ’ ἀεὶ τῶν ἀντικειμένων τὸ ἕτεροι ἀληθές, ῥητέον τὸ τοιοῦτον συνεστὼς εὐθὺς ὑπάρχειν ἀληθές. ὥστε [καὶ] ἐπὶ τοῖς λήμμασι συνεισάγεσθαι καὶ τὴν ἐπιφορὰν τὴν ‘‘ἔστιν ἄρα σημεῖον”.