Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 289-2
Not analysed yet
ἀλλά συνομοληθέντος, φασίν, ὅτι ἡ ἀπόδειξις κατὰ γένος ἐστὶ σημεῖον, εἰ μὲν οὔκ εἰσιν ἀποδείξεις, οἱ κατὰ τοῦ σημείου κομισθέντες λόγοι ἄπιστοι καθεστᾶσιν, εἰ δὲ ἀποδείξεις εἰσίν, ἔστι τι σημεῖον. ἡμεῖς δὲ προειρηκότες (§143), οὐ τῷ ὑπομνηστικῷ ἐνιστάμεθα σημείῳ, ἀλλὰ τῷ ἐνδεικτικῷ, δυνάμεθα τοὺς κατὰ τοῦ σημείου κομισθέντας λόγους παραχωρεῖν τι σημαίνειν, ἤδη δὲ οὐκ ἐνδεικτικῶς, ἀλλ’ ὑπομνηστικῶς· ἡμεῖς γὰρ ἐπ’ αὐτοῖς κινούμεθα καὶ ἀναλαμβάνομεν τῇ μνήμῃ τὰ δυνάμενα λέγεσθαι πρὸς τὸ ἐνδεικτικὸν σημεῖον.