Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 29
Not analysed yet
Εἰ οὖν τῶν ὄντων τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώ- ματα, δέδεικται δὲ οὐδέτερα τούτων διδασκόμενα, οὐδὲν διδάσκεται. Ἐπιχειρητέον δὲ καὶ οὕτως. εἰ διδάσκεταί τι, ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδος. οὔτε δὲ ψεῦδος διδακετόν ἐστιν, ὡς αὐτόθεν ὁμόλογον, οὔτε ἀληθές τὸ γὰρ ἀληθὲς ἄπο- ρον, ὡς ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δέδεικται, καὶ τῶν ἀπόρων οὐκ ἔστι μάθησις.