Ancient Greek
29 to 32
Sextus Empiricus, Adversus mathematicos 29-2-32
Not analysed yet
ἴδωμεν δὲ παρακειμένως καὶ τὰ περὶ γραμμῆς ὀφείλοντα λέγεσθαι αὕτη γὰρ μετὰ τὴν στιγμὴν ἐτέτακτο. 〈λεκτέον〉 τοίνυν, ὅτι, κἄν δσθῇ στιγμή τις ὑπάρχειν, οὐκ ἔσται ἡ γραμμή. εἰ γὰρ αὕτη ῥύσις ἐστὶ σημείου καὶ μῆκος ἀπλατές, ἤτοι ἓν ἐστι ση- μεῖον εἰς μῆκος ἐκτεταμένον ἢ πολλὰ 〈ἀ〉διάστατα στοί- χῳ κείμενα· οὔτε δὲ ἕν ἐστιν εἰς μῆκος ἐκτεταμένον, ὡς παραστήσομεν, οὔτε πολλὰ σημεῖα στοίχωῳ κείμενα, κα- θὼς καὶ τοῦτο ὑπομνήσομεν· οὐκ ἄρα ἔστι γραμμή. εἰ γὰρ ἕν ἐστι [τὸ] σημεῖον, ἤτοι τοῦτο τὸ σημεῖον ἕνα μόνον ἐπέχει τόπον, ἢ μετατίθεται τόπον ἐκ τόπου, ἤ ἐπεκτείνεται ἀπό τινος τόπου εἴς τινα τόπον. ἀλλʼ εἰ μὲν ἑνὶ ἐμπεριέχεται τόπῳ, οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμή· ῥυὲν γὰρ ἐνοεῖτο γραμμή. εἰ δὲ τόπον ἐκ τόπου μετέρχε- ται, ἤτοι, ὡς προεῖπον, ὃν μὲν ἀπολεῖπον ὅν δὲ ἐπιλαμ- βάνον μετέρχεται, ἢ οὖ μὲν ἐχόμενον τόπου εἰς ὃν δέ ἐκτεινόμενον. ἀλλʼ εἰ ὃν μὲν ἀπολεῖπον ὅν δὲ ἐπιλαμβάνον, πάλιν οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμή. ᾧ γὰρ λόγῳ τόπον πρῶτον ἐπεσχηκὸς στιγμή τις ἀλλʼ οὐ γραμμὴ ἐνοεῖτο, τῷ αὐτῷ καὶ τὸν δεύτερον ἐπιλαμβάνον τόπον νοηθήσεται στιγμή. εἰ δὲ οὗ μὲν ἐχόμενον τόπου εἰς ὃν δέ ἐκτεινό- μενον, ἤτοι μεριστῷ τόπῳ ἀντιπαρεκτείνεται ἢ ἀμερίστῳ.