Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 290
Not analysed yet
τῷ δὲ Διὶ ἐπιβουλεύουσιν οἱ συγγενεῖς, παρὸ καὶ ὑπὸ Θέτιδος βοηθεῖται, (Ηom. Α 399) ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδέ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη ὠμότατος γάρ ἐστι, καὶ τὴν μὲν ἀδελφὴν καὶ γυναῖκα ἱεροσύλου τρόπον κρεμάσας οὐκ ἀρκεῖται, ἀλλὰ καὶ ὀνει- δίζει λέγων (Hom. G 18) ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δέ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δέ δεσμὸν ἴηλα χρύσεον ἄρρηκτον, σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω, ἠλάστεον δέ θεοὶ κατὰ μακρὸν λυμπον ;