Ancient Greek
291 to 292
Sextus Empiricus, Adversus mathematicos 291-2-292
Not analysed yet
καὶ ταύτῃ οὐκέτι ὑποκείσεται τὸ ζητοῦν, ἀλλ’ ἔσται τὸ ζητούμενον, σὺν τῷ καὶ τελέως καταγέλαστον εἶναι τὸ μὴ διαφέρειν τὸν ὄγκον τῶν αἰσθήσεων καὶ τῆς διανοίας, πάντων σχεδὸν τῶν δογματικῶς φιλοσοφησάντων τὴν ἐν τούτοις διαφορὰν εἰσηγησαμένων. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῆς διανοίας ἐστὶ λόγος· εἰ γὰρ ἀντιλαμβάνεται ταύτης ὁ ὄγκος ὧς διανοίας, τουτέστι νοούσης, ἔσται διάνοια ὁ ὄγκος, διάνοια δὲ ὢν οὐκ ἔσται τὸ ζητοῦν ἀλλὰ τὸ ζητούμενον. οὐ τοίνυν τὸ σῶμα καταληπτικόν ἐστι τοῦ ἀνθρώπου.