Ancient Greek
292 to 293
Sextus Empiricus, Adversus mathematicos 292-2-293
Not analysed yet
Ὁ μὲν γὰρ ἐπὶ τέλει συνερωτηθεὶς αὐτοῖς λόγος ἐν τρόπῳ τοιούτῳ “εἰ τὸ πρῶτον, τὸ πρῶτον· εἰ οὐ τὸ πρῶτον, τὸ πρῶτον· ἤτοι τὸ πρῶτον ἢ οὐ τὸ πρῶτον· τὸ πρῶτον ἄρα” τάχα μὲν καὶ κατὰ παρολκὴν τὴν ἐν τοῖς λήμμασι μοχθηρός ἐστιν, ἀναμφιλέκτως δὲ καὶ αὐτοὺς φαίνεται θλίβειν. ῥητέον δὲ τάξει περὶ τοῦ πρώτου, τουτέστι τῆς παρολκῆς. εἰ γὰρ ἀληθές ἐστι τὸ ἐν τῷ λόγῳ διεζευγμένον, ὲν ἔχειν ἀληθὲς ὀφείλει, καθὼς καὶ αὐτοὶ πρότερον ἔλεγον. ‘ὲν δὲ ἔχον ἀληθὲς τὸ ἕτερον τῶν συνημμένων ὧς παρέλκον διελέγχει.