Ancient Greek
295 to 299
Sextus Empiricus, Adversus mathematicos 295-4-299
Not analysed yet
εἶτα ἡ τοῦ ἑνὸς ἰδέα οὐκέτι γίνεται ἑνὸς ἰδέα, οὐδὲ μία, ἀλλὰ πλείους. τὸ γὰρ ἕν, ἡ ἕν ἐστιν, ἀδιαίρετον καθέστηκεν, καὶ ἡ μονάς, ἡ μονάς ἐστιν, οὐ διχάζεται· ἢ εἴπερ εἰς πολλὰ διαιρεῖται, ἀθροισμὸς πλειό- νῶν μονάδων γενήσεται καὶ οὐκέτι μονὰς. εἰ δὲ πλείους εἶεν ἰδέαι τοῦ ἑνός, ὡς ἕκαστον τῶν ἀριθμητῶν ἰδίας τινὸς μετέχειν ἰδέας καθ’ ἣν · ὲν νοεῖται, ἤτοι ἡ τοῦ Α ἰδέα καὶ ἡ τοῦ Β μετέχουσιν ἑνός τινος ἰδέας, καθ’ ἣν ἑκάτερον αὐτῶν προσαγορεύεται ἕν, ἤ οὐ μετέχουσιν. καὶ εἰ μὲν οὐ μετέχουσιν, ὃν τρόπον αὗται δύνανται τῆς τοῦ ἑνὸς ἐπικατηγορίας ἀξιοῦσθαι μὴ μετέχουσαί τινος ἐπαναβεβηκυίας τοῦ ἑνὸς ἰδέας, οὕτω δύναται καὶ πᾶν τὸ ὁπωσοῦν λεγόμενον ὲν μὴ κατὰ μετοχὴν τῆς τοῦ ἑνὸς ἰδέας προσαγορεύεσθαι ἕν. εἰ δὲ μετέχουσιν, ἡ ἀρχῆθεν μένει ἀπορία· πῶς γὰρ αἱ δύο ἰδέαι τῆς μιᾶς μετέχουσιν ἰδέας; ὅλης ἑκατέρα, ἤ μέρους αὐτῆς; ὁπότερον γὰρ ἄν λέγωσιν, ἐπαχθήσονται αἱ μικρῷ πρόσθεν ἀποδοθεῖσαι πρὸς ἡμῶν ἀπορίαι. Σὺν τούτοις· ἐπεὶ πᾶν τὸ λαμβανόμενον ἀνθρώπῳ ἤτοι αἰσθήσει λαμβάνεται καὶ κατὰ ψιλὴν ἐγκύρησιν ἤ διανοίᾳ, πάντως καὶ ὁ ἀθροισμός, εἴπερ ἀνθρώπῳ ληπτός ἐστιν, ἤτοι αἰσθήσει ἢ διανοίᾳ καταληφθήσεται.