Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 30-5
Not analysed yet
ἀλλ’ οἱ μὲν ἀρχαιότεροι, ὧς προεῖπον, τοιοῦτοί τινες ἦσαν· οἱ δ’ ἀπὸ τῆς Στοᾶς θέλουσιν ἐπὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας τὸ δεύτερον σημαινόμενον ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου καὶ τὸ τρίτον περιληπτικὸν τῶν δυεῖν. ἦσαν δὲ οἱ φάσκοντες (Stoic. fr. III 73 Arn.) ἀγαθὸν ὑπάρχειν τὸ δι’ αὐτὸ αἱρετόν. οἱ δ’ οὕτως· ‘‘ἀγαθόν ἐστι τὸ συλλαμβανόμενον πρὸς εὐδαιμονίαν”, τινὲς δὲ “τὸ συμπληρωτικὸν εὐδαιμονίας”. εὐδαιμονία δέ ἐστιν, ὧς οἱ τε περὶ τὸν Ζήνωνα (fr. 184 Arn.) καὶ Κλεάνθην καὶ Χρύσιππον ἀπέδοσαν, εὔροια βίου. Πλὴν τὸ μὲν γένος τῆς τοῦ ἀγαθοῦ ἀποδόσεως ἐστι τοιοῦτον·