Ancient Greek
302 to 303
Sextus Empiricus, Adversus mathematicos 302-2-303
Not analysed yet
πῶς γὰρ δύναται κρῖναι ἀκούουσαν ἀκοὴν αὐτὴ μὴ ἔχουσα φύσιν ἀκουστικήν; καὶ ἀναστρόφως, ἵνα καὶ ἡ ἀκοὴ ὧς ὁρώχαλκείων σὴς ἀντιλάβηται τῆς ὄψεως, δεῖ πολὺ πρότερον αὐτὴν ὅρασιν γενέσθαι. τοῦτο δὲ οὐδεμίαν ὑπερβολὴν ἔοικεν ἀτοπίας ἀπολείπειν. λεκτέον ἄρα μηδὲ τἀς αἰσθήσεις ἢ τοῦ σώματος ἀντιλαμβάνεσθαι ἢ αὑτῶν ἢ ἀλλήλων. Ναί, φασὶν οἱ δογματικοί, ἀλλ’ ἡ διάνοια καὶ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ ἑαυτὴν γνωρίζει. ὅπερ καὶ αὐτὸ τῶν ἀπόρων ἐστίν. ὅταν γὰρ ἀξιώσωσι τὴν διάνοιαν ἀντιληπτικὴν γίνεσθαι τοῦ τε ὅλου σώματος καὶ τῶν ἐν αὐτῶ, πευσόμεθα πότερον ὑφ’ ‘ὲν ὅλῳ ἐπιπεσοῦσα τῷ ὄγκῳ τὴν κατάληψιν ποιεῖται, ἢ τοῖς μέρεσιν αὐτοῦ, καὶ ταῦτα συντιθεῖσα τὸ ὅλον καταλαμβάνεται.