Ancient Greek
302 to 303
Sextus Empiricus, Adversus mathematicos 302-5-303
Not analysed yet
εἰ δὲ μνήμη κατ’ ἐπισύνθεσίν τινων ἔγνωσται, ἀπορήσει τις τῶν αἰσθητῶν ἀποστάς, καθὼς καὶ ὁ Πλάτων’ ἠπόρει ἐν τῷ περὶ ψυχῆς (Phaedo p. 96 E sqq.) ,πῶς τὰ δύο κατ’ ἰδίαν μὲν ὄντα οὐ νοεῖται δύο, συνελθόντα δὲ εἰς ταὐτὸ γίνεται δύο. εἰ γὰρ τοιαῦτά ἐστι μετὰ τὴν σύνοδον, ὁποῖα ἦν πρὶν τῆς συνόδου, ἦν δ’ ἑκάτερον αὐτῶν πρὶν τῆς συνόδου ἔν, ἔσται καὶ μετὰ τὴν σύνοδον ἑκάτερον ἔν, ἐπεὶ ἂν δῶμεν προσγίνεσθαί τι αὐτοῖς περισσότερον μετὰ τὴν σύνοδον παρ’ ὅ ἦν, οἶον τὴν δυάδα, ἔσται ἡ τῶν δυεῖν συνέλευσις τετράς.