Ancient Greek
305 to 306
Sextus Empiricus, Adversus mathematicos 305-4-306
Not analysed yet
ταύτῃ συντιθεμένων τῶν ἐν τοῖς ἓξ ἀριθμῶν, φημὶ δὲ τοῦ πεντεκαίδεκα καὶ τοῦ δέκα καὶ τοῦ ἓξ καὶ τοῦ τρία, ἔτι καὶ τοῦ ἑνός, ἔσται ὁ ἐξ ἀριθμὸς περιεσχηκὼς τὸν τριάκοντα πέντε ἀριθμόν. τούτου τ’ ἔτι συγχωρηθέντος ἀπειράκις ἀπείρων ἀριθμῶν περιληπτικὸς ἔσται ὁ ἕξ· πάλιν γὰρ ὁ τριάκοντα πέντε τῶν ὑποβεβηκότων ἀριθμῶν ἔσται περιληπτικός, οἶον τοῦ τριάκοντα τέσσαρα, καὶ οὗτος τοῦ τριάκοντα τρία, καὶ οὗτος τοῦ τριάκοντα δύο, καὶ οὕτω καθ’ ὑπόβασιν μέχρις ἀπείρου.