Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 306-3
Not analysed yet
ἄδηλον δὲ συνάγει οἷον ὁ τοιοῦτος “εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτε- ρον”· τὸ γὰρ νοητοὺς εἶναι τῆς σαρκὸς πόρους τῶν ἀδήλων ὑπῆρχεν. καὶ πάλιν “οὗ ἐκκριθέντος ἐκ τοῦ σώματος τελευτῶσιν οἱ ἄνθρωποι, ψυχή ἐστιν ἐκεῖνο· αἵματος ἐκκριθέντος ἐκ τοῦ σώματος τελευτῶσιν <οἱ> ἄνθρωποι· ἄρα ἐστὶ τὸ αἷμα”· τὸ γὰρ ἐν αἵματι κεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς οὐκ ἐναργές.