Ancient Greek
31 to 36
Sextus Empiricus, Adversus mathematicos 31-3-36
Not analysed yet
ὅθεν εἰ μήτε τὸ φαινόμενόν ἐστιν ἀληθὲς μήτε τὸ ἄδηλον μήτε τὸ κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον, ἄλλο δὲ παρὰ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδέν ἐστιν ἀληθές. Τινὲς δὲ καὶ τὴν ἀπὸ τοῦ γενικωτάτου τοῦ ὄντος ἐπάγουσιν ἀπορίαν. τουτὶ γὰρ πάντων μέν ἐστιν ἐπαναβεβηκὸς γένος, αὐτὸ δὲ οὐδενὶ ἑτέρῳ ὑπέσταλκεν. ἤτοι οὖν ἀληθές ἐστι τοῦτο ἢ ψεῦδος ἢ ἀληθὲς ἄμα καὶ ψεῦδος ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος. καὶ εἰ μὲν ἀληθές ἐστι, πάντα γενήσεται ἀληθῆ, παρόσον ἐστὶν αὐτοῦ εἴδη· καὶ ὃν τρόπον ἐπεὶ τὸ γένος τῶν ἀνθρώπων ἄνθρωπός ἐστι, καὶ οἱ ἐπ’ εἴδους εἰσὶν ἄνθρωποι, καὶ ἐπεὶ λογικός, πάντες οἱ ἐπὶ μέρους εἰσὶ λογικοί, καὶ ἐπεὶ θνητός, ὡσαύτως θνητοί, οὕτως εἰ τὸ τῶν πάντων γένος ἐστὶν ἀληθές, ἀνάγκη καὶ πάντα τὰ ὄντα εἶναι ἀληθῆ. πάντων δὲ ὄντων ἀληθῶν οὐδὲν ἔσται ψεῦδος, ψεύδους δὲ μὴ ὄντος οὐδὲ ἀληθές τι γενήσεται, ὧς πρότερον ὑπεμνήσαμεν (Ι 394 sqq.) ,δεικνύντες ἑκάτερον τούτων κατὰ τὴν ὧς πρὸς θάτερον σύμβλησιν νοούμενον. καὶ ἄλλως, πάντων ὄντων ἀληθῶν θήσομεν τὰ μαχόμενα ἀληθῆ, τοῦτο δέ ἐστιν ἄτοπον. οὐ τοίνυν ἀληθές ἐστι τὸ γενικώτατον. καὶ μὴν οὐδὲ ψεῦδος διὰ τἀς ὁμοίας ἀπορίας. εἰ γὰρ ψεῦδός ἐστι, πάντα ἔσται τὰ μετέχοντα αὐτοῦ ψευδῆ· πάντα δὲ αὐτοῦ μετέχει τά τε σώματα καὶ τὰ ἀσώματα· πάντα ἄρα γενήσεται ψευδῆ. τῷ δὲ πάντα εἶναι ψευδῆ αἱ ἀνάλογον ἀπορίαι ἀκολουθήσουσιν. λείπεται οὖν ἀληθὲς ἅμα καὶ ψεῦδος λέγειν αὐτὸ εἶναι, ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος. ὃ χεῖρόν ἐστι τῶν πρότερον ὑποδεδειγμένων διὰ τὸ ἀκολουθεῖν τούτῳ τὸ πάντα τὰ ἐπὶ μέρους ἀληθῆ ἅμα καὶ ψευδῆ ἢ οὔτε ἀληθῆ οὔτε ψευδῆ γίνεσθαι· ὅπερ ἐστὶν ἄτοπον. οὐ τοίνυν ἔστι τι ἀληθές.