Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 31-4
Not analysed yet
αὐτὸς μέντοι ὁ οὐρανὸς κατὰ ’Αριστοτέλη οὐκέτ’ ἐστὶν ἐν τόπῳ, ἀλλ’ αὐτὸς ἐν ἑαυτῷ καὶ τῇ ἰδίᾳ οἰκειότητι· ἐπεὶ γὰρ τόπος ἐστὶ τὸ ἔσχατον τοῦ περιέχοντος σώματος πέρας, ἐκτὸς δὲ τοῦ οὐρανοῦ κατὰ τοῦτον τὸν φιλόσοφον οὐδὲν ἔστιν, ἳνα καὶ τὸ τούτου πέρας γένηται τόπος οὐρανοῦ, ἀνάγκη καὶ τὸν οὐρανὸν ὑπὸ μηδενὸς περιεχόμενον ἐν ἑαυτῷ εἷναι καὶ τοῖς οἰκείοις περιέχεσθαι πέρασιν, ἀλλὰ μὴ ἐν τόπῳ τυγχάνειν.