Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 314-3
Not analysed yet
συνδραμόντων οὖν πάντων τούτων, τοῦ τε συνακτικὸν εἶναι τὸν λόγον καὶ ἀληθῆ καὶ ἀδήλου παραστατικόν, ὑφίσταται ἡ ἀπόδειξις. ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν (Stoic. fr. II 266 Αrn.) · “ἀπόδειξίς ἐστι λόγος ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον”, οἶον ὁ τοιοῦτος “εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλά μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν”. τὸ γὰρ εἶναι κενὸν ἄδηλόν τ’ ἐστί, καὶ δι’ ἀληθῶν δοκεῖ, τοῦ τε “εἰ ἔστι κίνησις, ἔστικενόν” καὶ τοῦ ‘‘ἔστι δὲ κίνησις’’, κατὰ συναγωγὴν ἐκκαλύπτεσθαι.