Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 324-3
Not analysed yet
ἀλλ’ εἰ μήθ’ ἑαυτῷ προστίθεται ὁ παλαιστὴς μήτε τῷ προϋποκει- μένω πήχει, λείπεται λέγειν αὐτὸν τῷ ἐξ ἀμφοτέρων ἀποτελουμένῳ ἑπταπαλαίστῳ μεγέθει προστίθεσθαι. ὃ πάλιν ἐστὶν ἀλογώτατον· τὸ γὰρ πρόσθεσιν ἐπιδεχόμενον προϋποκεῖσθαι δεῖ τῆς προσθέσεως, οὐχὶ δὲ τὸ γινόμενον ἐξ αὐτῶν προϋπόκειται αὐτῶν. οὐκ ἄρα τῳ γινομένῳ ἔκ τε τῆς προσθέσεως καὶ ἐκ τοῦ προόντος προστίθεται τὸ προστιθέμενον.