Ancient Greek
334 to 336
Sextus Empiricus, Adversus mathematicos 334-336
Not analysed yet
οἱ δὲ φάμενοι μηδ’ ὅλως εἶναι κενόν, ὡς οἱ ἐκ τοῦ Περιπάτου, τὸ ὅλον καὶ τὸ πᾶν τῶν σωμάτων μόνον, οὐχὶ δὲ καὶ τοῦ κενοῦ ἐπικατηγοροῦσιν. γέγονε δέ τις διάστασις βραχεῖα καὶ περὶ τοῦ μέρους. Ἐπίκουρος μὲν γὰρ ἕτερον ἠξίου τυγχάνειν τὸ μέρος τοῦ ὅλου, καθάπερ τὴν ἄτομον τοῦ συγκρίματος, εἴγε ἐκείνη μὲν ἄποιός ἐστι, τὸ δὲ σύγκριμα πεποίωται, ἤτοι λευκὸν ἤ μέλαν ἢ κοινῶς κεχρωσμένον καὶ ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ἄλλην τινὰ ἔχον ποιότητα. οἱ δὲ Στωικοῖ οὔτε ἓτερον τοῦ ὅλου τὸ μέρος οὔτε τὸ αὐτό φασιν ὑπάρχειν· ἡ γὰρ χεὶρ οὔτε ἡ αὐτὴ τῷ ἀνθρώπῳ ἐστίν (οὐ γάρ ἐστιν ἄνθρωπος), οὔτε ἑτέρα παρὰ τὸν ἄνθρωπον (σὺν αὐτῇ γὰρ ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος).