Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 334-2
Not analysed yet
καὶ μὴν οὐδ’ ἐκ τοῦ ἐν τῷ αὐτῷ μένοντος ἔσται τὸ γεννώμενον. εἰ γὰρ τοῦτο, ἤτοι ἀτρέπτου καὶ ἀμεταβλήτου μένοντος αὐτοῦ γεννᾶταί τι ἐξ αὐτοῦ, ἢ ἐκ τρεπομένου καὶ μεταβάλλοντος. ἀλλ’ ἐξ ἀτρέπτου μὲν καὶ ἀεὶ ὡσαύτως μένοντος οὐκ ἂν γεννηθείη τι· ἑτεροίωσις γάρ τίς ἐστιν ἡ γένεσις.