Ancient Greek
336 to 339
Sextus Empiricus, Adversus mathematicos 336-2-339
Not analysed yet
ἀλλ’ ἐκβαῖνον μὲν τῆς ἰδίας ὑποστάσεως εἰς τὸ μὴ ὂν φθαρήσεται, καὶ εἰς τὸ μὴ ὂν φθειρόμενον οὐδέν γεννήσει. εἰ δὲ μένον ἐν τῇ ἰδίᾳ ὑποστάσει καὶ ἄλλην ἀντ’ ἄλλης ποιότητα ἀναδεχόμενον γεννᾶται, κρατεῖται τῇ αὐτῇ ἀπορίᾳ. ἤτοι γὰρ μένοντος τοῦ πρώτου εἴδους καὶ τῆς προτέρας ποιότητος περὶ αὐτῷ γίνεται τὸ δεύτερον εἶδος καὶ ἡ δευτέρα ποιότης, ἢ μὴ μένοντος. οὔτε δὲ μένοντος τοῦ πρώτου εἴδους γίνεται τὸ δεύτερον εἶδος οὔτε μὴ μένοντος, ὡς ἔμπροσθεν παρεστήσαμεν, ὅτε περὶ τοῦ πάσχοντος ἐσκεπτόμεθα (adv. dogm. III 266 sqq.) . τοίνυν οὐδ’ ἐξ ἑνὸς γίνεται τὸ γεννώμενον. καὶ μὴν οὐδ’ ἐκ πλειόνων. δυεῖν γὰρ συνελθόντων τρίτον οὐκ ἂν γένοιτο, μενόντων τῶν δυεῖν, καὶ πάλιν τριῶν ὄντων τέταρτον οὐκ ἂν γένοιτο, μενόντων τῶν τριῶν. εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον, ὅτε περὶ τῆς τοῦ ἀνθρώπου ὑποστάσεως ἐζητοῦμεν (adv. log. I263sqq.) παριστάντες, ὅτι οὔτε σῶμά ἐστιν ὁ ἄνθρωπος οὔτε ψυχὴ οὔτε τὸ σύνθετον. διόπερ εἰ μήτε ἐξ ἑνός ἐστι τὸ γεννώμενον μήτε ἐκ πλειόνων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδὲν τῶν ὄντων γεννᾶται.