Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 338-2
Not analysed yet
προδιηρθρωμένων δὲ τούτων, καὶ τοῦ ὅλου κατὰ τὴν ἐκ τῶν μερῶν συμπλήρωσιν νοουμένου, χωρῶμεν λοιπὸν ἐπὶ τὴν σκέψιν. Εἴπερ οὖν ἔστι τι ὅλον, οἶον ἄνθρωπος ἵππος φυτὸν ναῦς ταῦτα γὰρ ὅλων ὀνόματα), ἤτοι ἕτερόν ἐστι τῶν μερῶν αὐτοῦ καὶ κατ’ ἰδίαν ὑπόστασιν καὶ οὐσίαν νοεῖται, ἢ τὸ ἄθροισμα τῶν μερῶν λέγεται τυγχάνειν ὅλον.