Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 34-4
Not analysed yet
θελήσαντες δὲ οὗτοι ὧς ἀπολογούμενοι τὸ πρότερον ἔγκλημα φυγεῖν, εἰς ἕτερον ἀπεκυλίσθησαν. εἰ γὰρ ἕτερον] ἔστι τὸ λεγόμενον τοιοῦτο· ‘‘ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι”, ἡ γενικὴ ἀρετὴ ἀγαθὸν οὖσα οὐχ ὑποπεσεῖται τῷ ὅρῳ· οὐ γὰρ ἀπ’ αύτῆς συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι (ἐπεὶ μία τῶν ἐπ’ εἴδους γενήσεται), ἀλλ’ ἀπλῶς τὸ ὠφελεῖσθαι.