Ancient Greek
344 to 345
Sextus Empiricus, Adversus mathematicos 344-3-345
Not analysed yet
καὶ πάλιν, ὃν τρό- πον δεξιοῦ μὴ ὄντος οὐδὲ ἀριστερὸν ἔστι καὶ τοῦ ἄνω μὴ νοουμένου οὐδὲ τὸ κάτω νοεῖται, τὸν αὐτὸν τρόπον εἰ μὴ ἔστι τὸ ὅλον, οὔτε τὰ μέρη νοεῖται μέρη οὔτε μέρη τινὰ ὑπάρξει. ἔστω δὲ καὶ πάντα τὰ μέρη ὅλον εἶναι, ἀλλὰ ζητητέον τε τίνος ἔσται ταῦτα συμπληρωτικά, ὅλου, ἀλλήλων ἢ ἑαυτῶν; οὔτε δὲ τοῦ ὅλου ἐστὶ μέρη οὔτε ἀλλήλων οὔτε ἑαυτῶν, ὡς παραστήσομεν· οὐκ ἄρα τινός ἐστι μέρη. ὅλου μὲν οὖν οὐκ ἂν εἴη μέρη· τὸ γὰρ ὅλον οὐδέν ἐστι παρὰ ταῦτα, ἀλλ’ αὐτὰ ταῦτα λέγεται εἶναι ὅλον.