Ancient Greek
344 to 348
Sextus Empiricus, Adversus mathematicos 344-4-348
Not analysed yet
Κατὰ ταὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν φθείρεται· τὸ γὰρ φθειρόμενον εἰς τὸ μὴ εἷναι χωρεῖ, τὸ δὲ μὴ ὄν τι] ἤδη ἐν τῷ μὴ εἷναι ὂν οὐ δεῖται τῆς εἰς τοῦτο μεταστάσεως. τοίνυν οὐ φθείρεται τὸ μὴ ὄν. καὶ μὴν οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ εἷναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον, ἔσται ἅμα καὶ οὐκ ἔσται, ἐφθαρμένον καὶ μὴ ἐφθαρμένον· εἰ δὲ μὴ μένον, ἀπόλλυται, καὶ οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται. ὥστε εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν φθείρεται, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲν φθείρεται. Τινὲς δὲ καὶ τῶν χρόνων ἐχόμενοι τῆς τε γενέσεως καὶ φθορᾶς οὕτω συνερωτῶσιν. εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἐτελεύτα. καὶ ζῶν μὲν οὐκ ἀπέθανεν· ἔζη γὰρ δήπουθεν καὶ ζῶν οὐκ ἐτεθνήκει. οὔτε δ’ ὅτε ἀπέθανεν· δὶς γὰρ ἔσται τεθνηκώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης. ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως, ἐπὶ διαφέροντος δὲ ὑποδείγματος, λόγον συνηρώτηκε καὶ ὁ Κρόνος τοιοῦτον· εἰ φθείρεται τὸ τειχίον, ἤτοι ὅτε ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, ἢ ὅτε διεστᾶσιν. οὔτε δὲ ὅτε ἅπτονται ἀλλήλων καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, οὔτε ὅτε διεστᾶσιν ἀπ’ ἀλλήλων· οὐκ ἄρα φθείρεται τὸ τειχίον. καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ δύναμις αὐτοῦ προφανής. δύο γάρ εἰσι χρόνοι κατ’ ἐπίνοιαν, ἐν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσ- μένοι, καὶ ἐν ᾧ διεστᾶσιν· παρὰ δὲ τούτους οὐδ’ ἐπινοηθῆναι τρίτος τις δύναται χρόνος. εἰ οὖν φθείρεται τὸ τειχίον, ἐν τῷ ἑτέρῳ τούτων ὀφείλει φθείρεσθαι.