Ancient Greek
345 to 347
Sextus Empiricus, Adversus mathematicos 345-347
Not analysed yet
τῷ δὲ τοιούτῳ πράγματι οὐκέτι τῆς αἰσθήσεως ἔργον ἐστὶν ἐπιβάλλειν· χρῶμα γὰρ μόνον καὶ χυμὸν καὶ φωνὴν λαμβάνειν πέφυκε, τὸ δὲ “τοῦτο λευκόν ἐστιν” ἢ “τοῦτο γλυκύ ἐστιν” οὔτε χρῶμα οὔτε χυμὸς τυγχάνον ἐστιν αἰσθήσει. ψεύδονταί τε ἐν πολλοῖς αἱ αἰσθήσεις καὶ διαφωνοῦσιν ἀλλήλαις, καθάπερ ἐδείξαμεν τοὺς παρὰ τῷ Αἰνησιδήμῳ δέκα τρόπους ἐπιόντες (Hyp. I 90—99). τὸ δὲ διάφωνον καὶ ἐστασιασμένον οὐκ ἔστι κριτήριον, ἀλλὰ τοῦ κρίνοντος αὐτὸ δεόμενον. τοίνυν οὐ δύνανται καθ’ αὑτὰς αἱ αἰσθήσεις κρίνειν τἀληθές. συνθέσεώς τε δεῖ καὶ μνήμης πρὸς ἀντίληψιν τῶν ὑποκειμένων, οἶον ἀνθρώπου, φυτοῦ, τῶν ἐοικότων. χρώματος γὰρ μετὰ μεγέθους καὶ σχήματος καὶ ἄλλων τινῶν ἰδιωμάτων σύνθεσίς ἐστιν ὁ ἄνθρωπος, συνθεῖναι δέ τι μνημονικῶς οὐ δύναται ἡ αἴσθησις διὰ τὸ μήτε χρῶμα μήτε χυμὸν μήτε φωνὴν εἶναι τὴν ἐπισύνθεσιν, ὧν μόνον ἀντιληπτική ἐστιν ἡ αἴσθησις.