Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 350-4
Not analysed yet
καὶ οὕτω δὲ δυνατὸν συνερωτᾶν· εἰ γίνεταί τι καὶ φθείρεται, ἤτοι ἐν ᾧ ἔστι χρόνῳ γίνεται καὶ φθείρεται, ἢ ἐν ᾧ μὴ ἔστιν. καὶ ἐν ᾧ μὲν ἔστιν, οὔτε γίνεται οὔτε φθείρεται· ἐφ’ ὅσον γὰρ ἔστι τοῦτο, οὔτε γίνεται οὔτε φθείρεται. καὶ μὴν οὐδὲ ἐν ᾧ μὴ ἔστι πάθοι ἄν τι τούτων· ἐν ᾧ γάρ τι μὴ ἔστιν, οὔτε παθεῖν τι οὔτε ποιεῖν δύναται. εἰ δὲ τοῦτο, οὐδὲν οὔτε γίνεται οὔτε φθείρεται.