Ancient Greek
352 to 353
Sextus Empiricus, Adversus mathematicos 352-2-353
Not analysed yet
εἰ δὲ τὴν ὁποιανοῦν, πάσας θήσει τὰς ἀποδείξεις, τοῦτο μὲν τὰς τῶν Ἐπικουρείων, τοῦτο δὲ τὰς τῶν Στωικῶν καὶ ἤδη Περιπατητικῶν· ὅπερ ἄτοπον. εἰ δὲ τὴν ἀποδεικνυμένην, οὐκ ἔστιν ἀπόδειξις· εἰ γὰρ ἀποδείκνυται ζητεῖται, καὶ ζητουμένη οὐκ ἂν εἴη πιστή, ἀλλὰ τῶν βεβαιωσόντων δεομένη. οὐκ ἄρα δυνατόν ἐστι μίαν τῶν ἐπὶ μέρους ἀποδείξεων ἔχειν πιστήν. καὶ μὴν τὰ λήμματα ἧς λέγει ἀποδείξεως ὁ Λάκων ἤτοι ἀμφισβητεῖται καὶ ἄπιστά ἐστιν ἢ ἀναμφισβήτητά ἐστι καὶ πιστά. ἀλλ’ εἰ μὲν ἀμφισβητεῖται καὶ ἄπιστά ἐστιν, πάντως καὶ ἡ ἐξ αὐτῶν ἀπόδειξις ἄπιστος γενήσεται πρὸς τήν τινος κατασκευήν. τὸ δὲ πιστὰ αὐτὰ εἶναι καὶ ἀναμφισβήτητα εὐχὴ μᾶλλόν ἐστιν ἢ ἀλήθεια.