Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 353
Not analysed yet
ὥσπερ γὰρ τὸ μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρατοῦ πεπτωκὸς σῶμα οὐκ ἐᾶ τὴν ὄψιν ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ, οὕτως εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ὁρατοῦ κεῖται ἡ ὅρασις ἄλογος οὖσα, οὐκ ἐάσει τὴν διάνοιαν ἡ ὅρασις τοῦ ἐκτὸς ὁρατοῦ ἀντιλαμβάνεσθαι, καὶ εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ἀκουστοῦ ἐστιν ἡ ἀκοή, οὐ συγχωρήσει τὴν διάνοιαν τοῦ ἀκουστοῦ ἐπιγνώμονα γίνεσθαι, καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον. ἔνδον οὖν ἀποκεκλεισμένη ἡ διάνοια, καὶ ταῖς αἰσθήσεσιν ἐπισκοτουμένη, οὐδενὸς ἔσται τῶν ἐκτὸς ἀντιληπτική. οὐδὲ ταύτην τοίνυν ῥητέον καθ’ αὑτὴν εἶναι κριτήριον.