Ancient Greek
355 to 361
Sextus Empiricus, Adversus mathematicos 355-2-361
Not analysed yet
εἴγε Δημόκριτος μὲν πᾶσαν αἰσθητὴν ὕπαρξιν κεκίνηκεν, Ἐπίκουρος δὲ πᾶν αἰσθητὸν βέβαιον ἔλεξεν εἶναι, ὁ δὲ Στωικὸς Ζήνων (fr. 63 Arn.) διαιρέσει ἐχρήσατο, ὥστ’ ἐὰν ᾖ αἰσθητὰ τὰ λήμματα, διάφωνά ἐστιν. ὡσαύτως δὲ κἂν νοητὰ τυγχάνῃ· καὶ γὰρ περὶ τούτων, τοῦτο μὲν ἐν τῷ βίῳ, τοῦτο δὲ ἐν φιλοσοφίᾳ, πλείστην πάρεστιν ἰδεῖν μάχην, ἄλλοις ἄλλων ἀρεσκομένων. εἶτα πρὸς τοῖς λεχθεῖσιν, εἰ πᾶν νοητὸν τὴν ἀρχὴν ἔχει καὶ πηγὴν τῆς βεβαιώσεως ἐξ αἰσθήσεως, τὰ δὲ δι’ αἰσθήσεως γνωριζόμενα, ὡς ἐπελογισάμεθα, διάφωνά ἐστιν, ἀνάγκη καὶ τὰ νοητὰ τοιαῦτα τυγχάνειν, ὥστε καὶ τὰ λήμματα τῆς ἀποδείξεως, ἐξ ὁποτέρας ἂν ᾖ μοίρας, ἄπιστά ἐστι καὶ ἀβέβαια. διὰ δὲ τοῦτο καὶ ἡ ἀπόδειξις οὐ πιστή. Καὶ ἵνα καθολικώτερον εἴπωμεν, τὰ λήμματα φαινόμενά ἐστι, τὰ δὲ φαινόμενα ἐζήτηται εἰ ὑπόκειται, τὰ δὲ ζητούμενα οὐκ αὐτόθεν ἐστὶ λήμματα, ἀλλὰ ὀφείλει διὰ τινος βεβαιωθῆναι. τὸ οὖν φαινόμενον, <ὄτι>, ὁποῖον φαίνεται, καὶ ὑπόκειται, διὰ τίνος ἔχομεν παραστῆσαι; ἢ γὰρ δι’ ἀδήλου πράγματος πάντως ἤ διὰ φαινομένου. ἀλλὰ τὸ μὲν δι’ ἀδήλου ἄτοπον· τοσοῦτον γὰρ ἀπέχει τὸ ἄδηλον τοῦ δύνασθαί τι ἐκκαλύπτειν ὧς καὶ ἀνάπαλιν αὐτὸ δεῖσθαι τοῦ παραστήσοντος. διὰ φαινομένου δὲ πολλῷ ἀτοπώτερον· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, καὶ οὐδὲν τῶν ζητουμένων ἑαυτοῦ βεβαιωτικόν. ἀμήχανον ἄρα τὰ φαινόμενα καταστήσασθαι, ἴνα καὶ τὴν ἀπόδειξιν οὕτως ἔχωμεν πιστήν. ἀλλὰ τὰ φαινόμενα, φασὶν οἱ δογματικοί, πάντως δεῖ τιθέναι, πρῶτον ὅτι οὐδὲν ἔχομεν πιστότερον αὐτῶν, εἷθ’ ὅτι ὁ κινῶν αὐτὰ λόγος αὐτὸς ὑφ’ ἑαυτοῦ περιτρέπεται. ἤτοι γὰρ φάσει μόνον χρώμενος ταῦτα ἀναιρεῖ ἢ φαινομένοις ἢ μὴ φαινομένοις. ἀλλὰ φάσει μὲν χρώμενος ἄπιστός ἐστιν· ῥᾴδιον γὰρ τὴν ἀντικειμένην ἐκθέσθαι φάσιν. εἰ δὲ μὴ φαινομένοις, πάλιν ἄπιστος θέλων διὰ μὴ φαινομένων τὰ φαινόμενα περιτρέπειν. εἰ δὲ φαινομένοις κινεῖ τὰ φαινόμενα, πάντως πιστοῖς, καὶ οὕτως αὐτ’ ὅθεν ἔσται τὰ φαινόμενα πιστά.