Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 362
Not analysed yet
συχνὰ γὰρ ἦν ἃ περὶ μὲν τὴν αὐτὴν ὕλην θεωρεῖται, οὐ τὴν αὐτὴν δὲ εἶχε φύσιν. βάρος γοῦν καὶ χρῶμα περὶ μὲν τὸ αὐτὸ σῶμα ἀμφότερά ἐστιν, διενήνοχε δὲ ἀλλήλων· καὶ πάλιν σχῆμα καὶ μέγεθος τῆς μὲν αὐτῆς οὐσίας ἐστὶ συμβεβηκότα, κεχωρισμένην δὲ εἶχε τὴν φύσιν, ἄλλου μὲν τοῦ μεγέθους ἄλλου δὲ τοῦ σχήματος νοουμένου. οὕτω τοίνυν καὶ ἡ προειρημένη λογικὴ δύναμις, κἂν ἀναμὶξ ὑποκέηται τῇ ἀλόγῳ δυνάμει, πάλιν αὐτῆς διοίσει.