Ancient Greek
363 to 367
Sextus Empiricus, Adversus mathematicos 363-2-367
Not analysed yet
νῦν δὲ ἐν τῇ συγκρίσει ἀνεπίκριτον εὑρίσκοντες μάχην, καθ’ ἣν τὰ ἕτερα ὑπὸ τῶν ἑτέρων ἐκβάλλεται, τῷ μήτε πάντα θεῖναι δύνασθαι διὰ τὴν τοιαύτην μάχην μήτε τινὰ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν, μήτε πάντ’ ἐκβαλεῖν διὰ τὸ μηδὲν ἔχειν τοῦ φαίνεσθαι πιστότερον, ἐπὶ τὸ ἐπέχειν κατηντήσαμεν. ἀλλ’ ὁ λόγος ἐκ τῶν φαινομένων τὴν πίστιν λαμβάνων ἐν τῷ ταῦτα κινεῖν καὶ ἑαυτὸν συνεκβάλλει. ὅπερ ἦν συναρπαζόντων τὸ ζητούμενον ἀνδρῶν. οὐ γὰρ ὁ λόγος ἐκ τῶν φαινομένων βεβαιοῦται, ἀλλὰ τὰ φαινόμενα ἐκ τοῦ λόγου κρατύνεται. καὶ εἰκότως· εἰ γὰρ διάφωνά ἐστι έστι (τινῶν μὲν λεγόντων αὐτὰ ὑποκεῖσθαι, τινῶν δὲ μηδαμῶς), ἐκ τοῦ λόγου ὀφείλει κατασταθῆναι. τούτου τε μάρτυρές εἰσιν οὐκ ἄλλοι τινὲς ἢ οἱ ἑτερόδοξοι, <. . . . . >λόγῳ δ’ ἀποδεῖξαι ὅτι ἀληθῆ ἐστι τὰ φαινόμενα. καὶ ἄλλως τὸ ὅτι τοῖς φαινομένοις δεῖ πιστεύειν <. . . . >; <. . . . >; οὐκ ἄρα τὰ φαινόμενα τοῦ λόγου ἀλλ’ ὁ λόγος τῶν φαινομένων βεβαιότερός ἐστιν, ὅ γε καἰ ἑαυτὸν κἀκεῖνα πιστούμενος. Εἰ δὴ τὰ λήμματα τῆς ἀποδείξεως ἐστιν ἄδηλα, ἄδηλος δὲ καὶ ἡ ἐπιφορά, τὸ δὲ ἐξ ἀδήλων συνεστὼς πάλιν ἄδηλον, ἡ ἀπόδειξίς ἐστιν ἄδηλος καὶ ἐπιζητεῖ τὸ παραστῆσον αὐτῆς τὴν πίστιν, ὅπερ οὐκ ἔστιν ἀποδείξεως. Ἀλλ’ οὐ δεῖ, φασί (Stoic. fr. II 167 Arn.) ,πάντων ἀπόδειξιν αἰτεῖν, τινὰ δὲ καὶ ἐξ ὑποθέσεως λαμβάνειν, ἐπεὶ οὐ δυνήσεται προβαίνειν ἡμῖν ὁ λόγος, ἐὰν μὴ δοθῇ τι πιστὸν ἐξ αὑτοῦ τυγχάνειν. ἀλλὰ πρῶτον <μὲν> καὶ ἡμεῖς ἐροῦμεν, ὅτι οὐκ ἐστιν ἀναγκαῖον τὰς ἐκείνων δογματολογίας προβαίνειν, πλασματώδεις ὑπαρχούσας. εἶτα καὶ ποῖ προβήσονται;