Ancient Greek
369 to 370
Sextus Empiricus, Adversus mathematicos 369-2-370
Not analysed yet
Καθόλου τε ἐπεὶ οὐχ ἡ ἀπόδειξις μόνον ἐξ ὑποθέσεως προκόπτειν ἀξιοῦται τοῖς δογματικοῖς, ἀλλὰ καὶ ὅλη σχεδὸν ἡ φιλοσοφία, πειρασόμεθα κατὰ τὸ δυνατὸν ὀλίγα διεξελθεῖν πρὸς τοὺς ἐξ ὑποθέσεως τι λαμβάνοντας. ταῦτα γὰρ ἅ φασιν ἐξ ὑποθέσεως λαμβάνειν, εἰ μὲν πιστά ἐστι διὰ τὸ ἐξ ὑποθέσεως εἰλῆφθαι, πιστὰ φανήσεται καὶ τἀναντία τούτοις ἐξ ὑποθέσεως ληφθέντα, καὶ ταύτῃ θήσομεν τὰ μαχόμενα· εἰ δὲ ἐπὶ τούτων, φημὶ δὲ τῶν ἐναντίων, πρὸς πίστιν ἡ ὑπόθεσις ἀσθενής, <ἀσθενὴς> καὶ ἐπ’ ἐκείνων γενήσεται, ὥστε οὐδέτερα πάλιν ὑποθησόμεθα.