Ancient Greek
37 to 39
Sextus Empiricus, Adversus mathematicos 37-39
Not analysed yet
Καί μὴν πάρεστιν ἀποστάντας τῆς τοῦ σημείου νοή- σεως προηγουμένως ἀναιρεῖν τὴν γραμμὴν καὶ τὸ ἀνεπι- νόητον αὐτῆς διδάσκειν. γραμμὴ γάρ ἐστιν, ὡς αὐτῶν πάρεστιν ἀκούειν τῶν γεωμετρῶν, μῆκος ἀπλατές, σκεψά- μενοι δὲ ἡμεῖς ἀκριβῶς οὔτε ἐν τοῖς νοητοῖς οὐτε ἐν τοῖς αἰσθητοῖς εὑρήσομεν δυνάμενόν τι ληφθῆναι μῆκος ἀπλα- τές. καὶ ἐν μὲν τοῖς αἰσθητοῖς, ἐπείπερ ὃ ἄν λάβωμεν |αἰσθητὸν μῆκος, τοῦτο πάντῃ τε καὶ πάντως σὺν ποσῷ πλάτει ληψόμεθα ἐν δὲ τοῖς νοητοῖς, καθόσον ἕτερον μέν ἑτέρου στενώτερον δυνάμεθα νοῆσαι μῆκος, ὅταν δὲ τὸ αὐτὸ μῆκος κατ’ ἰσότητα φυλάττοντες σχίζωμεν ταῖς ἐπινοίαις τὸ πλάτος καὶ ἄχρι τινὸς τὸ αὐτὸ ποιῶμεν, ἔλατ- τον μέν τὸ πλάτος καὶ ἔλαττον γινόμενον νοήσομεν, ἐπει- δὰν δέ ἅπαξ φθάσωμεν στερῆσαι τοῦ πλάτους τὸ μῆκος, οὐκέτι οὐδὲ μῆκος φαντασιούμεθα, ἀλλʼ ἀναιρεῖται καὶ ἡ τοῦ μήκους ἐπίνοια.