Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 375-3
Not analysed yet
εἰ οὖν οὔτε πρὸ τῆς συνελεύσεως τούτων ἔστι τὸ νοούμενον σῶμα οὔτε μετὰ τὴν συνέλευσιν αὐτῶν, οὐκ ἔστιν ἐπινοῆσαι τὸ σῶμα. Πρὸς τούτοις· εἰ μηδέν ἐστι μῆκος μηδὲ πλάτος μηδὲ βάθος, οὐδὲ τὸ κατὰ μετουσίαν τούτων νοούμενον σῶμα γενήσεται· οὐδὲν δέ ἐστι μῆκος καὶ πλάτος καὶ βάθος, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι σῶμα.