Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 376
Not analysed yet
Ναί, ἀλλ’ οὐ κυρίως τύπωσίς ἐστιν ἡ φαντασία, ψιλὴ δὲ ἑτεροίωσις τῆς διανοίας. ὃ πάλιν τοῦ προτέρου χεῖρον ἦν. τῶν γὰρ ἑτεροιώσεων ἡ μέν τίς ἐστι κατὰ πάθος, ἡ δὲ ὧς ἀλλαγὴ τοῦ ὑποκειμένου, καὶ κατὰ πάθος μὲν οἶον εἰ ὁ αὐτὸς κατ’ οὐσίαν καὶ μορφὴν ὑποκείμενος ἀνδριὰς παρὰ μέρος ὁτὲ μὲν θερμαίνοιτο τοῦ ἡλίου προσλάμψαντος, ὁτὲ δὲ ψύχοιτο νυκτὸς δρόσου καταπιπτούσης, ὧς ἀλλαγὴ δὲ τοῦ ὑποκειμένου, καθάπερ εἰ χωνευθεὶς οὗτος ὁ ἀνδριὰς σφαῖρα χάλκειος γένοιτο.