Ancient Greek
ΠΡΟΣ ΜΟΥΣΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 38-3
Not analysed yet
τὸ δὲ δεύτερον καὶ τῶν |τῆς μουσικῆς ἀρχῶν καθαπτόμενον πραγματικωτέρας μᾶλλον ἔχεται ζητήσεως. οἷον ἐπεὶ ἡ μουσικὴ ἐπιστήμη τίς ἐστιν ἐμμελῶν τε καὶ ἐκμελῶν ἐνρύθμων τε καὶ ἐκ- ρύθμων, πάντως ἐὰν δείξωμεν ὅτι οὔτε τὰ μέλη ὑποστατά ἐστιν οὔτε οἱ ῥυθμοὶ τῶν ὑπαρκτῶν πραγμάτων τυγχά- νουσιν, ἐσόμεθα παρεστακότες καὶ τὴν μουσικὴν ἀνυπό- στατον. λέγωμεν δέ πρῶτον περὶ μελῶν καὶ τῆς τούτων ὑποστάσεως, μικρὸν ἄνωθεν κσταρξάμενοι. Ὅρος φωνῆς