Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 380
Not analysed yet
Διδομένης τε τῆς ἑτεροιώσεως οὐκ εὐθὺς καὶ ἡ τῆς φαντασίας ὑπόστασις συγχωρηθήσεται. ἐλέγετο γὰρ τύπωσις εἶναι ἡγεμονικοῦ, τοῦτο δὲ εἰ ἔστι τὸ ἡγεμονικόν, καὶ ἐν τίνι τόπῳ ἔστιν, οὐχ ὡμολόγηται, ἄλλων μὲν οὐδ’ ὅλως ὑπάρχειν τι λεγόντων ἡγεμονικόν, ὧς τῶν περὶ τὸν Ἀσκληπιάδην, τινῶν δὲ εἶναι μὲν νομιζόντων, οὐ συμφωνούντων δὲ περὶ τοῦ περιέχοντος αὐτὸ τόπου. διόπερ ἐφ’ ὅσον ἀνεπίκριτός ἐστιν ἡ τοιαύτη διαφωνία, μένειν ἐν ἐποχῇ δεῖ ὧς ἀσυγχώρητον τὸ τὴν φαντασίαν ἡγεμονικοῦ τύπωσιν εἶναι.