Ancient Greek
382 to 384
Sextus Empiricus, Adversus mathematicos 382-384
Not analysed yet
εἰ δὲ διάφορος, οὐ τοιοῦτον λήψεται τὸ φανταστὸν ὁποῖον ὑπόκειται, ἀλλ’ ἕτερον μὲν ἔσται τὸ ὑποκείμενον, διαφέρουσα δὲ ἡ περὶ τῷ ἡγεμονικῷ συνισταμένη φαντασία. ὃ πάλιν ἐστὶν ἄτοπον. οὐδὲ ταύτῃ τοίνυν τύπωσιν εἶναι ῥητέον ἡγεμονικοῦ καὶ ἑτεροίωσιν τὴν φαντασίαν. Πρὸς τούτοις ἡ φαντασία ἀποτέλεσμά ἐστι τοῦ φανταστοῦ, καὶ τὸ φανταστὸν αἴτιόν ἐστι τῆς φαντασίας καὶ τυπωτικὸν καθειστήκει τῆς αἰσθητικῆς δυνάμεως, διενήνοχέ τε τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος αὐτὸ αἰτίου. ὅθεν ἐπεὶ ταῖς φαντασίαις ἐπιβάλλει ὁ νοῦς, λήψεται τὰ ἀποτελέσματα τῶν φανταστῶν, ἀλλ’ οὐ τὰ ἐκτὸς φανταστά. καὶ εἰ λέγοι τις ἐκ τῶν περὶ αὐτῷ πείσεων καὶ παθῶν τοῖς ἐκτὸς ἐπιβάλλειν αὐτόν, τὰς ἀνώτερον (§357sq.) εἰρημένας μετοίσομεν ἀπορίας. ἤτοι γὰρ τὰ αὐτά ἐστι ταῖς ἡμετέραις φαντασίαις τὰ ἐκτός, ἢ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη, ὅμοια δέ. πῶς γὰρ δύναται τὸ αὐτὸ αἴτιόν τε καὶ ἀποτέλεσμα ἑαυτοῦ νοεῖσθαι;