Ancient Greek
386 to 387
Sextus Empiricus, Adversus mathematicos 386-387
Not analysed yet
εἰ δὲ φαντασίᾳ, πάντως αὕτη ἡ φαντασία, ἴνα γνωσθῇ εἰ αὐτὴ ὁμοία ἐστὶ τῷ ποιοῦντι αὐτὴν φανταστῷ, ὀφείλει ἑαυτὴν λαβεῖν καὶ τὸ ὑποκείμενον φανταστόν. ἀλλὰ τὸ μὲν ὑποκείμενον φανταστὸν τάχα δυνήσεται λαβεῖν φαντασία οὖσα ἐκείνου· ἑαυτὴν δὲ πῶς λήψεται; ἴνα γὰρ τοῦτο γένηται, δεήσει ταὐτὸ καὶ φαντασίαν καὶ φανταστὸν γίνεσθαι. καὶ ἐπεί ἐστιν ἕτερον μὲν τὸ φανταστόν (αἴτιον γάρ ἐστιν), ἕτερον ἐστιν ἡ φαντασία (ἀποτέλεσμα γὰρ ἦν), ἔσται τὸ ἕτερον ἑαυτοῦ αἴτιόν τε ἅμα καὶ ἀποτέλεσμα)· ὧν ἑκάτερόν ἐστιν ἄλογον.