Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 394
Not analysed yet
Καὶ μὴν εἰ πᾶσα φαντασία ἐστὶν ἀληθὴς καὶ πάντα ἐστὶν ἀληθῆ, οὔτε ἀλήθευσίς τις ἔστιν οὔτε ἀπλανησία, οὐ διδασκαλία, οὐ μάθησις, οὐ τέχνη, οὐκ ἀπόδειξις, οὐκ ἀρετή, οὐκ ἄλλο τι τῶν τοιούτων. σκοπῶμεν δὲ τὸ λεγόμενον. εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής, οὐδέν ἐστι ψεῦδος, μηδενὸς δὲ ὄντος ψεύδους οὔτε τὸ ψεύδεσθαι ἔσται οὔτε τὸ πλανᾶσθαι οὔτε τὸ ἄτεχνον εἶναι οὔτε τὸ φαῦλον ὑπάρχειν· ἕκαστον γὰρ τούτων τοῦ ψεύδους ἔχεται κοὶ περὶ τοῦτο τὴν ὑπόστασιν λαμβάνει.