Ancient Greek
395 to 396
Sextus Empiricus, Adversus mathematicos 395-2-396
Not analysed yet
εἰ οὖν μήτε ὧς φαινόμενον φαινομένου ἐστὶν ἀπόδειξις μήτε ὧς ἄδηλον ἀδήλου μήτε ὧς ἄδηλον φαινομένου μήτε ὡς φαινόμενον ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον μηδὲν εἶναι ἀπόδειξιν. Ἀκολούθως δὲ τοῖς εἰρημένοις, ἐπεὶ καὶ οἱ Στωικοὶ (fr. II 91 Arn.) μάλιστα δοκοῦσιν ἐξηκριβωκέναι τοὺς ἀποδεικτικοὺς τρόπους, φέρε καὶ πρὸς τούτους ὀλίγα διεξέλθωμεν, παριστάντες, ὅτι τὸ ὅσον ἐπὶ ταῖς ὑποθέσεσιν αὐτῶν τάχα μὲν πάντα ἐστὶν ἀκατάληπτα, ἰδιαίτερον δὲ ἡ ἀπόδειξις.