Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 396
Not analysed yet
ἣ μὲν γὰρ τοῦ ἀληθὲς εἶναι ἀλλὰ μὴ ψεῦδος ἔστιν ἀπόδειξις· μηδενὸς δὲ ὄντος ψεύδους οὐ χρεία τοῦ διδάξοντος ὅτι οὐκ ἔστι ψεῦδος· τὸ δὲ σημεῖον καὶ τὸ τεκμήριον ἐπηγγέλλετο ἐκκαλυπτικὸν εἶναι τοῦ ἀδηλουμένου, πάντων δὲ ἀληθῶν ὄντων καὶ δι’ αὑτῶν προφανῶν οὐ χρῄζομεν τοῦ μηνύσοντος τὸ μὴ γινωσκόμενον, εἴτε ἀληθές ἐστιν εἴτε καὶ ψεῦδος.